Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.208 Joseph. AJ 3.212 (English) >>Joseph. AJ 3.217

3.210καὶ οἱ μὲν οὕτως ἀπέθανον· Μωυσῆς δὲ κελεύει τὸν πατέρα αὐτῶν καὶ τοὺς ἀδελφοὺς βαστάξαντας τὰ σώματα καὶ κομίσαντας τῆς παρεμβολῆς ἔξω θάψαι μεγαλοπρεπῶς. πενθεῖ δὲ αὐτοὺς τὸ πλῆθος χαλεπῶς ἐπὶ τῷ θανάτῳ παρὰ δόξαν οὕτω γεγενημένῳ διατεθέν. 3.211μόνους δὲ Μωυσῆς τοὺς ἀδελφοὺς αὐτῶν καὶ τὸν πατέρα μὴ φροντίζειν τῆς ἐπʼ αὐτοῖς λύπης ἠξίωσε προκρίναντας τὴν εἰς τὸν θεὸν τιμὴν τοῦ περὶ αὐτοὺς σκυθρωποῦ· ἤδη γὰρ Ἀαρὼν καὶ τὴν στολὴν τὴν ἱερὰν ἠμφίεστο. 3.212

Μωυσῆς δὲ πᾶσαν τιμὴν παραιτησάμενος, ἣν ἑώρα τὸ πλῆθος αὐτῷ παρασχεῖν ἕτοιμον, πρὸς μόνῃ τῇ τοῦ θεοῦ θεραπείᾳ διετέλει. καὶ τῶν μὲν εἰς τὸ Σιναῖον ἀνόδων ἀπείχετο, εἰς δὲ τὴν σκηνὴν εἰσιὼν ἐχρηματίζετο περὶ ὧν ἐδεῖτο παρὰ τοῦ θεοῦ ἰδιωτεύων καὶ τῇ στολῇ καὶ πᾶσι τοῖς ἄλλοις ἄγων ἑαυτὸν δημοτικώτερον καὶ μηδὲν βουλόμενος τῶν πολλῶν διαφέρειν δοκεῖν, μόνῳ τῷ προνοούμενος αὐτῶν βλέπεσθαι. 3.213ἔτι δὲ τὴν πολιτείαν καὶ νόμους αὐτῶν ἔγραφε, καθʼ οὓς κεχαρισμένως τῷ θεῷ βιώσονται μηδὲν ἀλλήλοις ἐγκαλεῖν ἔχοντες· ταῦτα μέντοι κατὰ τὴν ὑπαγόρευσιν τοῦ θεοῦ συνετάττετο. διέξειμι μὲν οὖν περὶ τῆς πολιτείας καὶ τῶν νόμων. 3.214

μέντοι περὶ τῆς τοῦ ἀρχιερέως στολῆς παρέλιπον διελθεῖν βούλομαι· οὐδαμόθεν γὰρ προφητῶν κακουργίαις κατέλιπεν ἀφορμήν, εἰ δέ τινες τοιοῦτοι γένοιντο παρεγχειρεῖν τῷ τοῦ θεοῦ ἀξιώματι, αὐτοκράτορα δʼ εἶναι τὸν θεὸν παρατυγχάνειν τοῖς ἱεροῖς κατέλιπεν ὁπότε θελήσειε καὶ μὴ παρεῖναι, καὶ τοῦτʼ οὐχ Ἑβραίοις δῆλον εἶναι μόνον ἠθέλησεν, ἀλλὰ καὶ τῶν ξένων τοῖς παρατυγχάνουσι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.208 Joseph. AJ 3.212 (English) >>Joseph. AJ 3.217

Powered by PhiloLogic